Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.100 Joseph. AJ 8.105 (English) >>Joseph. AJ 8.108

8.103τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν κιβωτὸν μετήνεγκαν. ὡς δʼ εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ κατέθεσαν· αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν. 8.104εἶχε δὲ κιβωτὸς οὐδὲν ἕτερον δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς ἔσωζον. τὴν δὲ λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὸν βωμὸν τὸν χρύσεον ἔστησαν ἐν τῷ ναῷ πρὸ τοῦ ἀδύτου κατὰ τοὺς αὐτοὺς τόπους, οὓς καὶ τότε ἐν τῇ σκηνῇ κείμενοι κατεῖχον, καὶ τὰς καθημερινὰς θυσίας ἀνέφερον. 8.105τὸ δὲ θυσιαστήριον τὸ χάλκεον ἵστησι πρὸ τοῦ ναοῦ ἀντικρὺ τῆς θύρας, ὡς ἀνοιχθείσης αὐτὸ κατὰ πρόσωπον εἶναι καὶ βλέπεσθαι τὰς ἱερουργίας καὶ τὴν τῶν θυσιῶν πολυτέλειαν. τὰ δὲ λοιπὰ σκεύη πάντα συναλίσας ἔνδον εἰς τὸν ναὸν κατέθετο. 8.106

Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ περὶ τὴν κιβωτὸν ἐξῆλθον, ἄφνω πίλημα νεφέλης οὐ σκληρὸν οὐδʼ οἷον ὥρᾳ χειμῶνος ὑετοῦ γέμον ἵσταται κεχυμένον δὲ καὶ κεκραμένον εἰς τὸν ναὸν εἰσερρύη, καὶ ταῖς μὲν ὄψεσι τῶν ἱερέων ὡς μὴ καθορᾶν ἀλλήλους ἐπεσκότει, ταῖς δὲ διανοίαις ταῖς ἁπάντων φαντασίαν καὶ δόξαν παρεῖχεν ὡς τοῦ θεοῦ κατεληλυθότος εἰς τὸ ἱερὸν καὶ κατεσκηνωκότος ἡδέως ἐν αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.100 Joseph. AJ 8.105 (English) >>Joseph. AJ 8.108

Powered by PhiloLogic